Παυσανίας (Ελλάδος Περιήγησις -
Κορινθιακά - V.4)
(ἐκ δὲ τοῦ
Ἀκροκορίνθου) τραπεῖσι τὴν ὀρεινὴν πύλη τέ ἐστιν ἡ Τενεατικὴ καὶ Εἰληθυίας
ἱερόν: ἑξήκοντα δὲ ἀπέχει μάλιστα στάδια ἡ καλουμένη Τενέα. οἱ δὲ ἄνθρωποί
φασιν οἱ ταύτῃ Τρῶες εἶναι, αἰχμάλωτοι δὲ ὑπὸ Ἑλλήνων ἐκ Τενέδου γενόμενοι
ἐνταῦθα Ἀγαμέμνονος δόντος οἰκῆσαι: καὶ διὰ τοῦτο θεῶν μάλιστα Ἀπόλλωνα
τιμῶσιν.
Πίσω
|